Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.330 Joseph. AJ 15.335 (English) >>Joseph. AJ 15.340

15.333κεῖται μὲν γὰρ πόλις ἐν τῇ Φοινίκῃ κατὰ τὸν εἰς Αἴγυπτον παράπλουν Ἰόππης μεταξὺ καὶ Δώρων, πολισμάτια ταῦτʼ ἐστὶν παράλια δύσορμα διὰ τὰς κατὰ λίβα προσβολάς, αἳ ἀεὶ τὰς ἐκ τοῦ πόντου θῖνας ἐπὶ τὴν ᾐόνα σύρουσαι καταγωγὴν οὐ διδόασιν, ἀλλʼ ἔστιν ἀναγκαῖον ἀποσαλεύειν τὰ πολλὰ τοὺς ἐμπόρους ἐπʼ ἀγκύρας. 15.334τοῦτο τὸ δυσδιάθετον τῆς χώρας διορθούμενος καὶ περιγράψας τὸν κύκλον τοῦ λιμένος ἐφʼ ὅσον ἦν αὔταρκες πρὸς τῇ χέρσῳ μεγάλοις στόλοις ἐνορμεῖσθαι λίθους ὑπερμεγέθεις καθίει εἰς τὸ βάθος εἰς ὀργυιὰς εἴκοσι. πεντήκοντα ποδῶν ἦσαν οἱ πλείους τὸ μῆκος καὶ πλάτος οὐκ ἔλαττον δεκαοκτώ, βάθος δὲ ἐννέα, τούτων δὲ οἱ μὲν μείζους οἱ δὲ ἐλάττους. 15.335 δὲ ἐνδόμησις ὅσον ἦνἐβάλλετο κατὰ τῆς θαλάσσης διακοσίους πόδας. τούτων τὸ μὲν ἥμισυ προβέβλητο κυματωγαῖς, ὡς ἀπομάχεσθαι περικλώμενον ἐκεῖ τὸν κλύδωνα· προκυμία γοῦν ἐκαλεῖτο· τὸ δὲ λοιπὸν περιεῖχεν λίθινον τεῖχος πύργοις διειλημμένον, 15.336ὧν μέγιστος Δρούσιον ὀνομάζεται, πάνυ καλόν τι χρῆμα, τὴν προσηγορίαν εἰληφὼς ἀπὸ Δρούσου τοῦ Καίσαρος προγόνου τελευτήσαντος νέου. 15.337ψαλίδες δὲ ἐμπεποίηνται συνεχεῖς καταγωγαὶ τοῖς ναυτίλοις, τὸ δὲ πρὸ αὐτῶν ἀπόβασις πλατεῖα κύκλῳ περιεστεφάνωκεν τὸν πάντα λιμένα, περίπατος τοῖς ἐθέλουσιν ἥδιστος. δʼ εἴσπλους καὶ τὸ στόμα πεποίηται πρὸς βορέαν ἀνέμων αἰθριώτατον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.330 Joseph. AJ 15.335 (English) >>Joseph. AJ 15.340

Powered by PhiloLogic